Home / ΚΕΙΜΕΝΑ / ΕΙΡΗΝΙΚΑ

ΕΙΡΗΝΙΚΑ



Ὁ Ἱερεύς: Εὐλογημένη ἡ Βασιλεία τοῦ Πατρὸς καί τοῦ Υἱοῦ καί τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεί τοὺς αἰῶνας τῶν αἰώνων.

Ὁ Χορός: Ἀμήν.

Ὁι Ἱερεύς: Ἐν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν.

Ὁ Χορός: Κύριε Ελέησον

Ὁι Ἱερεύς: Ὑπέρ τῆς ἄνωθεν εἰρήνης, καί τῆς σωτηρίας τῶν ψυχῶν ἡμῶν, τοῦ Κυρίου δεηθῶμεν.

Ὁ Χορός: Κύριε Ελέησον

Ὁι Ἱερεύς: Ὑπέρ τῆς εἰρήνης τοῦ σύμπαντος κόσμου, εὐσταθείας τῶν ἁγίων τοῦ Θεοῦ Ἐκκλησιῶν, καί τῆς τῶν πάντων ἑνώσεως, τοῦ Κυρίου δεηθῶμεν.

Ὁ Χορός: Κύριε Ελέησον

Ὁ Ἱερεύς: Ὑπέρ τοῦ ἁγίου οἴκου τούτου, καί τῶν μετὰ πίστεως, εὐλαβείας, καὶ φόβου Θεοῦ εἰσιόντων ἐν αὐτῷ, τοῦ Κυρίου δεηθῶμεν.

Ὁ Χορός: Κύριε Ελέησον

Ὁ Ἱερεύς: Ὑπέρ τῶν εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν, τοῦ Κυρίου δεηθῶμεν.

Ὁ Χορός: Κύριε Ελέησον

Ὁ Ἱερεύς: Ὑπέρ τοῦ Πατρὸς ἡμῶν, Ἀρχιεπισκόπου ‘Ιερωνύμου, τοῦ τιμίου πρεσβυτερίου, τῆς ἐν Χριστῷ διακονίας, παντός τοῦ Κλήρου καί τοῦ Λαοῦ, τοῦ Κυρίου δεηθῶμεν.

Ὁ Χορός: Κύριε Ελέησον

Ὁ Ἱερεύς:  Ὑπέρ τοῦ εὐσεβοῦς ἡμῶν Ἔθνους, πάσης Ἀρχῆς καὶ Ἐξουσίας ἐν αὐτῷ, τοῦ κατὰ ξηρὰν θάλασσαν καὶ ἀέρα φιλοχρίστου ἡμῶν στρατοῦ, τοῦ Κυρίου δεηθῶμεν.

Ὁ Χορός: Κύριε Ελέησον

Ὁ Ἱερεύς:  Ὑπέρ τῆς (πόλεως) ταύτης, πάσης πόλεως καὶ χώρας καί τῶν πίστει οἰκούντων ἐν αὐταῖς, τοῦ Κυρίου δεηθῶμεν.Ὑπὲρ εὐκρασίας ἀέρων, εὐφορίας τῶν καρπῶν τῆς γῆς καὶ καιρῶν εἰρηνικῶν, τοῦ Κυρίου δεηθῶμεν.

Ὁ Χορός: Κύριε Ελέησον

Ὁ Ἱερεύς:  Ὑπὲρ πλεόντων, ὁδοιπορούντων, νοσούντων, καμνόντων, αἰχμαλώτων καί τῆς σωτηρίας αὐτῶν, τοῦ Κυρίου δεηθῶμεν.

Ὁ Χορός: Κύριε Ελέησον

Ὁ Ἱερεύς:  Ὑπέρ τοῦ ῥυσθῆναι ἡμᾶς ἀπὸ πάσης θλίψεως, ὀργῆς, κινδύνου καὶ ἀνάγκης, τοῦ Κυρίου δεηθῶμεν.

Ὁ Χορός: Κύριε Ελέησον

Ὁ Ἱερεύς: Ἀντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ σῇ χάριτι.

Ὁ Χορός: Κύριε Ελέησον

Ὁ Ἱερεύς: Τῆς Παναγίας, ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου, Δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, μετὰ πάντων τῶν Ἁγίων μνημονεύσαντες, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν, Χριστῷ τῷ Θεῷ παραθώμεθα.

Ὁ Χορός: Σοι, Κύριε

Ὁ Ἱερεύς:  Ὅτι πρέπει σοι, πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Ὁ Χορός: Ἀμήν.


ΚΑΤΑ ΤΗΝ ΠΑΣΧΑΛΙΟ ΠΕΡΙΟΔΟ


Ὁ Ἱερεύς: Εὐλογημένη ἡ Βασιλεία τοῦ Πατρὸς καί τοῦ Υἱοῦ καί τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεί τοὺς αἰῶνας τῶν αἰώνων.

Ὁ Χορός: Ἀμήν.


Ἀπολυτίκιον Ἦχος πλ. α’

Ὁ Ἱερεύς: Χριστὸς ἀνέστη ἐκ νεκρῶν, θανάτῳ θάνατον πατήσας, καὶ τοῖς ἐν τοῖς μνήμασι, ζωὴν χαρισάμενος. γ’.

Ὁ Ἱερεύς: Ἀναστήτω ὁ Θεός, καὶ διασκορπισθήτωσαν οἱ ἐχθροὶ αὐτοῦ, καὶ φυγέτωσαν ἀπὸ προσώπου αὐτοῦ οἱ μισοῦντες αὐτόν.

Ὁ Χορός: Χριστὸς ἀνέστη ἐκ νεκρῶν…

Ὁ Ἱερεύς: Ὡς ἐκλείπει καπνός, ἐκλιπέτωσαν, ὡς τήκεται κηρὸς ἀπὸ προσώτου πυρός.

Ὁ Χορός: Χριστὸς ἀνέστη ἐκ νεκρῶν…

Ὁ Ἱερεύς: Οὕτως ἀπολοῦνται οἱ ἁμαρτωλοὶ ἀπὸ προσώπου τοῦ Θεοῦ, καὶ οἱ δίκαιοι εὐφρανθήτωσαν.

Ὁ Χορός: Χριστὸς ἀνέστη ἐκ νεκρῶν…

 Ὁ Ἱερεύς: Αὕτη ἡ ἡμέρα, ἣν ἐποίησεν ὁ Κύριος, ἀγαλλιασώμεθα καὶ εὐφρανθῶμεν ἐν αὐτῇ.

Ὁ Χορός: Χριστὸς ἀνέστη ἐκ νεκρῶν…

 Ὁ Ἱερεύς: Δόξα…

Ὁ Χορός: Χριστὸς ἀνέστη ἐκ νεκρῶν…

Ὁ Ἱερεύς: Καὶ νῦν.

Ὁ Χορός: Χριστὸς ἀνέστη ἐκ νεκρῶν…

Ὁ Ἱερεύς: Εἶτα τὸ Χριστὸς ἀνέστη ἐκ νεκρῶν…