Home / ΚΕΙΜΕΝΑ / ΕΙΣΟΔΙΚΑ

ΕΙΣΟΔΙΚΑ ΤΟΥ ΟΛΟΥ ΕΝΙΑΥΤΟΥ



ΗΧΟΣ Β’



ΤΩΝ ΚΥΡΙΑΚΩΝ

Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ. Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἀναστὰς ἐκ νεκρῶν ψάλλοντάς σοι Ἀλληλούϊα.

ΕΙΣ ΜΝΗΜΕΣ ΑΓΙΩΝ

Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ. Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἐν Ἁγίοις θαυμαστός ψάλλοντάς σοι Ἀλληλούϊα.

ΕΙΣ ΤΗΝ ΥΨΩΣΙΝ ΤΟΥ ΤΙΜΙΟΥ ΣΤΑΥΡΟΥ

Ὑψοῦτε Κύριον τὸν Θεὸν ἡμῶν. καὶ προσκυνεῖτε τῷ ὑποποδίῳ τῶν ποδῶν αὐτοῦ, ὅτι ἅγιος ἐστι. Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ, ὁ σαρκὶ σταυρωθείς, ψάλλοντάς σοι. Ἀλληλούϊα.

ΕΙΣ ΤΗΝ ΧΡΙΣΤΟΥ ΓΕΝΝΗΣΙΝ

Ἐκ γαστρὸς πρὸ Ἑωσφόρου ἐγέννησά σε· ὤμοσε Κύριος, καὶ οὐ μεταμεληθήσεται. Σὺ Ἱερεὺς εἰς τὸν αἰῶνα, κατὰ τὴν τάξιν Μελχισεδέκ. Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ, ὁ ἐκ Παρθένου τεχθείς, ψάλλοντάς σοι· Ἀλληλούϊα.

ΕΙΣ ΤΗΝ ΕΟΡΤΗΝ ΤΩΝ ΘΕΟΦΑΝΙΩΝ

Εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου, Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν. Σῶσον ἡμὰς Υἱὲ Θεοῦ, ὁ ἐν Ἰορδάνῃ ὑπὸ Ἰωάννου βαπτισθείς, ψάλλοντάς σοι, Ἀλληλούϊα.

ΕΙΣ ΤΗΝ ΕΟΡΤΗΝ ΤΗΣ ΥΠΑΠΑΝΤΗΣ

᾿Εγνώρισε Κύριος τὸ σωτήριον αὐτοῦ, ἐναντίον πάντων τῶν ἐθνῶν. Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἐν ἀγκάλαις τοῦ δικαίου Συμεὼν βασταχθείς, ψάλλοντάς σοι, Ἀλληλούϊα.

ΕΙΣ ΤΗΝ ΕΟΡΤΗΝ ΤΟΥ ΕΥΑΓΓΕΛΙΣΜΟΥ

Εὐαγγελίζεσθε ἡμέραν ἐξ ἡμέρας τὸ σωτήριον τοῦ Θεοῦ ἡμῶν.

 Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ δι’ ἡμᾶς σαρκωθείς, ψάλλοντάς σοι, Ἀλληλούϊα.

ΤΗ ΚΥΡΙΑΚΗ ΤΩΝ ΒΑΙΩΝ

Εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου. Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν. Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, επί πώλου όνου καθεσθείς, ψάλλοντάς σοι, Ἀλληλούϊα.

ΤΗ ΜΕΓΑΛΗ ΚΥΡΙΑΚΗ ΤΟΥ ΠΑΣΧΑ

Ἐν Ἐκκλησίαις εὐλογεῖτε τὸν Θεόν, Κύριον ἐκ πηγῶν Ἰσραήλ.

Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἀναστὰς ἐκ νεκρῶν ψάλλοντάς σοι Ἀλληλούϊα.

ΤΗ ΠΕΜΠΤΗ ΤΗΣ ΑΝΑΛΗΨΕΩΣ

Ανέβη ο Θεός εν αλαλαγμώ, Κύριος εν φωνή σάλπιγγος.

Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ εν δόξη αναληφθείς αφ ημών εις τους ουρανούς, ψάλλοντάς σοι Ἀλληλούϊα.

ΤΗ ΚΥΡΙΑΚΗ ΤΗΣ ΠΕΝΤΗΚΟΣΤΗΣ

Ὑψώθητι, Κύριε, ἐν τῇ δυνάμει σου, ᾄσωμεν καὶ ψαλοῦμεν τὰς δυναστείας σου· Σῶσον ἡμᾶς, Παράκλητε ἀγαθέ, ψάλλοντάς σοι· Ἀλληλούϊα.

ΕΙΣ ΤΗΝ ΜΕΤΑΜΟΡΦΩΣΙΝ ΤΟΥ ΣΩΤΗΡΟΣ

Οτι παρα σοι πηγη Ζωης, Κυριε εν τω φωτι Σου οψόμεθα φως. Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ, ὁ ἐν τῷ ὄρει τῷ Θαβὼρ

μεταμορφωθείς, ψάλλοντάς σοι Ἀλληλούϊα.